1 Peter 1

1Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας, καὶ Βιθυνίας, 2κατὰ πρόγνωσιν θεοῦ πατρός, ἐν ἁγιασμῷ πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.

3Εὐλογητὸς θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, 4εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς 5τοὺς ἐν δυνάμει θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ. 6ἐν ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι εἰ
 δέον = WH Treg: || δέον ἐστίν = NA/NIV RP
δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς,
7ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως
 πολυτιμότερον = WH Treg NA/NIV: || πολὺ τιμιώτερον = RP
πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ
 δόξαν καὶ τιμὴν = WH Treg NA/NIV: || τιμὴν καὶ εἰς δόξαν = RP
δόξαν καὶ τιμὴν ⸃ ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ.
8ὃν οὐκ
 ἰδόντες = WH Treg NA/NIV: || εἰδότες = RP
ἰδόντες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲ
 ἀγαλλιᾶσθε = Treg NA/NIV RP: || ἀγαλλιᾶτε = WH
ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ,
9κομιζόμενοι τὸ τέλος τῆς πίστεως
 ὑμῶν = Treg NA/NIV RP: || [omit] = WH
ὑμῶν σωτηρίαν ψυχῶν.

10Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, 11ἐραυνῶντες εἰς τίνα ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας· 12οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουν αὐτά, νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων
 ὑμᾶς = WH Treg: || ὑμᾶς ἐν = NA/NIV RP
ὑμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ᾽ οὐρανοῦ, εἰς ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.

13Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες τελείως, ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. 14ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, 15ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, 16διότι γέγραπται
 ὅτι = WH NA/NIV: || [omit] = Treg RP
ὅτι Ἅγιοι
 ἔσεσθε = WH Treg NA/NIV: || γίνεσθε = RP
ἔσεσθε, ὅτι ἐγὼ
 ἅγιος = WH Treg: || ἅγιος εἰμι = NA/NIV RP
ἅγιος.

17Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε· 18εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, 19ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, 20προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ᾽
 ἐσχάτου = WH Treg NA/NIV: || ἐσχάτων = RP
ἐσχάτου τῶν χρόνων δι᾽ ὑμᾶς
21τοὺς δι᾽ αὐτοῦ
 πιστοὺς = WH Treg NA/NIV: || πιστεύοντας = RP
πιστοὺς εἰς θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν.

22Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς
 ἀληθείας = WH Treg NA/NIV: || ἀληθείας διὰ πνεύματος = RP
ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον
 ἐκ = WH Treg NIV: || ἐκ καθαρᾶς = RP NA
ἐκ καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς,
23ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος θεοῦ καὶ
 μένοντος = WH Treg NA/NIV: || μένοντος εἰς τὸν αἰῶνα = RP
μένοντος·
24διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα
 αὐτῆς = WH Treg NA/NIV: || ἀνθρώπου = RP
αὐτῆς ὡς ἄνθος χόρτου· ἐξηράνθη χόρτος, καὶ τὸ
 ἄνθος = WH Treg NA/NIV: || ἄνθος αὐτοῦ = RP
ἄνθος ἐξέπεσεν·
25τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.



Copyright information for SBLG